Η Πλατυτέρα των Ουρανών

26 Ιουλ. 2020

Ψάλλει η χορωδία της Ιεράς Μονής Παναγίας Γουμένισσας (Γουμένισσα - Κιλκίς).

"GREEKTV4E"

16 Ιουν. 2020

* Ζωντανή Ηχογράφηση στον Ιερό Ναό Αγίων Ισιδώρων Λυκαβηττού *

Ο ύμνος «Δέσποινα παντευλόγητε, Υπέραγνε Παρθένε» είναι ένας μη λειτουργικός ύμνος, που συνέθεσε ο Άγιος Νεκτάριος Αιγίνης τον 19ο αιώνα, κατά την διάρκεια της θητείας του ως διευθυντής της Ριζαρείου Εκκλησιαστικής Σχολής Αθηνών.

Δέσποινα Παντευλόγητε, Ὑπέραγνε Παρθένε, Παράδεισε Πανθαύμαστε, Κῆπε Καλλωπισμένε. Σέ δυσωπῶ, Πανάχραντε, χαρίτωσον τό νοῦν μου, κατεύθυνον τάς σκέψεις μου, φώτισον τήν ψυχήν μου. Κόρη με ποίησον ἀγνόν, πρᾶον, σεμνόν, ἀνδρεῖον, ἡσύχιον καί κόσμιον, εὐθύν, ὅσιον θεῖον, ἐπιεικῆ, μακρόθυμον, τῶν ἀρετῶν δοχεῖον, ἄμεμπτον, ἀνεπίληπτον, τῶν ἀγαθῶν ταμεῖον. Δός μοι σοφίαν, σύνεσιν καί μετριοφροσύνην, φρόνησιν καί ἁπλότητα καί ταπεινοφροσύνην. Δός μοι νηφαλιότητα, ὄμμα πεφωτισμένον, διάνοιαν ὁλόφωτον, πνεῦμα ἐξηγνισμένον. Ἀπέλασον τήν οἴησιν, τήν ὑπερηφανίαν, τόν τύφον, τήν φυσίωσιν καί τήν ἀλαζονείαν, τήν ὕβριν, τό ἀγέρωχον, τήν ὑψηλοφροσύνην, γλῶσσα μεγαλορρήμονα, ἰσχυρογνωμοσύνην. Τήν ἀστασίαν τήν φρικτήν, τήν περιττολογίαν, τήν πονηρίαν τήν πολλήν, καί τήν αἰσχρολογίαν. Χάρισαί μοι, Πανάχραντε, τήν ἠθικήν ἀνδρείαν, τό θάρρος, τήν εὐστάθειαν, δός μοι τήν καρτερίαν. Δός μοι τήν αὐταπάρνησιν, τήν ἀφιλαργυρίαν, ζῆλον μετ’ ἐπιγνώσεως καί ἀμνησικακίαν. Δός μοι ἀκεραιότητα, εὐγένειαν καρδίας, πνεῦμα εὐθές, εἰρηνικόν, καί πνεῦμα ἀληθείας. Φυγάδευσον, Πανάχραντε, τά πάθη τῆς καρδίας, τά πολυώνυμα, Ἀγνή, τῆς ἠθικῆς δειλίας. Τήν ἀνανδρείαν τήν αἰσχράν, τό θάρρος, τήν δειλίαν, τήν ἀτολμίαν τήν δεινήν καί τήν ἀπελπισίαν. Ἄρον μοι, Κόρη, τόν θυμόν καί πᾶσαν ραθυμίαν, τήν ἀθυμία, τήν ὀργήν, ὡς καί τήν ὀκνηρίαν. Τόν φθόνον, τήν ἐμπάθειαν, τό μίσος, τήν κακίαν, τήν μήνιν, τήν ἐκδίκησιν καί τήν μνησικακίαν. Τήν ἔριδα τήν εὐτελῆ καί τήν πολυλογίαν, τήν γλωσσαλγίαν τήν δεινήν καί τήν βωμολοχίαν. Δός μοι, Παρθένε, αἴσθησιν, δός μοι εὐαισθησίαν. Δός μοι συναίσθησιν πολλήν καί εὐσυνειδησίαν. Δός μοι, Παρθένε, τήν χαράν Πνεύματος τοῦ Ἁγίου. Δός μοι εἰρήνην τῇ ψυχῇ, εἰρήνην τοῦ Κυρίου. Δός μοι ἀγάπην, ἔρωτα θεῖον, ἐξηγνισμένον, πολύν, θερμόν καί καθαρόν καί ἐξηγιασμένον. Δός πίστιν ζῶσαν, ἐνεργόν, θερμήν, ἀγνήν, ἁγίαν, ἐλπίδα ἀδιάσειστον, βεβαίαν καί ὁσίαν. Ἄρον ἀπ’ ἐμοῦ, Παρθένε, τόν κλοιόν τῆς ἁμαρτίας, τήν ἀμέλειαν, τήν μέθην, τήν ἀνελεημοσύνην, τά κακάς ἐπιθυμίας, τήν δεινήν ἀκολασίαν, γέλωτας τῆς ἀσελγείας καί τήν πᾶσαν κακουργίαν. Σωφροσύνην δός μοι, Κόρη, δός ἐγκράτειαν, νηστείαν, προσοχήν καί ἀγρυπνίαν καί ὑπακοήν τελείαν. Δός μοι προσοχήν ἐν πᾶσι καί διάκρισιν ὀξείαν, σιωπήν καί εὐκοσμίαν, καί ὑπομονήν ὁσίαν. Ἐπιμέλειαν παράσχου, Δέσποινα, πρός ἐργασίαν, πρός τελείωσιν καί ζῆλον ἀρετῶν πρός γυμνασίαν. Τήν ψυχήν μου, τήν καρδίαν καί τόν νοῦ μου, Παναγία, τήρει ἐν ἁγιωσύνῃ, φύλαττε ἐν παρθενίᾳ.

"Άγιοι Ισίδωροι Λυκαβηττού"

26 Μαϊ. 2020

Χορός Βατοπαιδινών Πατέρων - Αναστάσιμα Ευλογητάρια, Ήχος πλ. Α΄, μέλος Ματθαίου Βατοπαιδινού

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου πάντας ελευθερώσαντα. Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού μνήματος.
Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ’ επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε. Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός γάρ, εξανέστη τού μνήματος.
Δόξα… Τριαδικόν
Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν… Θεοτοκίον
Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός!

“ORTODOX”

10 Μαϊ. 2020

Χαιρετισμοὶ ἀπὸ τὸν Όσιο Ἰάκωβο! Μὲ σεμνότητα, μὲ ἱεροπρέπεια, μὲ ταπείνωση, χωρὶς λαρυγγισμούς, χωρὶς ἐπίδειξη, χωρὶς μουσικὰ τσαλίμια σὲ ὑπερπολυσύνθετους ἤχους, μὲ ἀξιοπρέπεια, θεοφιλῶς, ὑποδειγματικά! Τὴν εὐχή του νὰ ἔχουμε!...

"ΤρελοΓιάννης"