Η Πλατυτέρα των Ουρανών

9 Αυγ. 2020

agiostherapon.blogspot.com

29 Μαϊ. 2020

| Ιστολόγιο |


 

 

 

 

 

 

 

 

 

Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, ὁ πρᾳΰς καὶ ταπεινὸς τῇ καρδίᾳ, κατάπεμψον κατὰ τὸ μέγα καὶ πλούσιον ἔλεός σου καὶ ἐν ταῖς καρδίαις ἡμῶν τὸ πνεῦμα τῆς εἰρήνης καὶ τῆς πραότητος, ἵνα εἰρηνεύοντες ἐκ τοῦ κακίστου πάθους τοῦ θυμοῦ, μνημονεύομεν ἀεὶ τοῦ ἐνδόξου καὶ φοβεροῦ ὀνόματός σου μετὰ καρδίας γαληνιώσης. Ἰησοῦ, τὸ ἀρνίον τὸ ἄκακον, τὸ προσφερόμενον ἐνώπιον τοῦ οὐρανίου Πατρὸς θυσία ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων, ἐπάκουσον ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ δεομένων σου καὶ ἐλευθέρωσον ἡμᾶς ἐκ τοῦ φοβεροῦ τοῦ θυμοῦ πάθους, διότι ἀπολλύμεθα ἐξ αὐτοῦ καὶ δὲν δυνάμεθα ποτὲ να ἀφιερωθῶμεν εἰς τὴν ἀγάπην σου καὶ εἰς τὸ θέλημά σου τὸ ἅγιον, ἐνόσω ὑπὸ τοῦ πάθους τούτου κατεχόμεθα. Ἰησοῦ ἀνεξίκακε, ὁ ἐπὶ τοῦ Σταυροῦ ὑπὲρ τῶν σταυρωσάντων σε πρὸς τὸν οὐράνιόν σου Πατέρα προσευχόμενος, ποίησον καὶ ἡμᾶς τοιούτους, ὥστε να προσευχόμεθα ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ κακοποιούντων ἡμᾶς, ἵνα οὕτω γενώμεθα μιμηταί σου καὶ δοξάζεται καὶ δι΄ ἡμῶν τὸ Πανάγιον Ὄνομά σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ῥῦσαι με ἀπὸ θυμοῦ καὶ ὀξυχολίας, καὶ δώρησαί μοι πραότητα καὶ μακροθυμίαν. Κύριε, ῥῦσαι με ἀπὸ τοῦ ψεύδους καὶ τῆς καταλαλιᾶς καὶ τῆς κατακρίσεως, καὶ δώρησαί μοι ἐν πάσῃ ἀληθείᾳ καὶ συμπαθείᾳ προσέχειν καὶ ὁμιλεῖν ἐν τῷ συντυγχάνειν με τοῖς ἀδελφοῖς μου. Κύριε, ῥῦσαι με ἀπὸ τῆς καυχήσεως καὶ τῆς ἀργολογίας καὶ δώρησαί μοι ταπείνωσιν καὶ σιωπήν. Κύριε, ῥῦσαι με ἀπὸ τῶν παραπτωμάτων τῆς γλώττης μου, ὅτι καθ΄ ἑκάστην ἁμαρτάνω δι΄ αὐτῆς ὁ τάλας καὶ οὐκ αἰσθάνομαι. Κύριε, ῥῦσαι με ἀπὸ τῆς ὀλεθρίου κενοδοξίας καὶ καθάρισόν με ἀπὸ τῶν κρυφίων μου. Κύριε, δώρησαί μοι ταπεινοφροσύνην βαθεῖαν, ἀήττητον καὶ κατάνυξιν τῇ καρδίᾳ μου, ὅπως κλαύσω τὰς ἀνομίας μου καὶ ἐξάλειψον πάσας τὰς ἁμαρτίας μου, καὶ ἐν μετανοίᾳ ἀληθεῖ καὶ ἐξομολογήσει, καὶ ἐν συνειδότι ἀκαταγνώστῳ καὶ ἐν πίστει καθαρᾷ καὶ ἀμωμήτῳ τὴν ἐμὴν εὐδόκησον τελευτήν. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

hristospanagia3.blogspot.com

Αναρτήθηκε από: Ποσειδώνας Αποσπερίτης


 

 

19 Μαρ. 2020

| Ιστολόγιο |


 

 

 

Πανάγαθε Πάτερ καὶ Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ ἀεὶ τὸ γένος ἡμῶν

Εὐχὴ διὰ τὴν ἐκ τοῦ κορωνοϊοῦ δοκιμασίαν «εὐεργετῶν καὶ ἰώμενος» (Πράξ. ι΄ 38), ὁ σπεύδων παρασχεῖν φάρμακα κουφισμοῦ τοῦ ἄλγους ὡς καὶ ὁλοσχεροῦς θεραπείας καὶ σωτηρίας τοῖς ἀλγεινῶς καὶ δυσιάτως νοσοῦσιν, ὁ μόνος δυνάμενος θεραπεύειν πᾶσαν νόσον ψυχικήν τε καὶ σωματικήν, ὁ καὶ διὰ τῶν ἀσθενειῶν παιδαγωγῶν ἡμᾶς τοὺς ἐν τρίβοις ἁμαρτίας πορευομένους, ὁ θλιβόμενος ὁρῶν ὅτι «ἐψύγη ἡ ἀγάπη τῶν πολλῶν» (Ματθαίον κδ΄ 12), τῶν ἀσυμπαθῶς, οἴμοι, πολιτευομένων, ὁ φιλάνθρωπος καὶ ἐλεήμων, ὁ ἀεὶ καὶ διὰ παντὸς κηδόμενος τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ πρὸς τὸ συμφέρον πάντα λυσιτελῶς οἰκονομῶν καὶ προνοούμενος καὶ αὐτὸ πᾶσιν ἀπονέμων κατὰ τὸ μέγα καὶ πλούσιόν Σου ἔλεος, ὁ ἐπιτρέψας καὶ τὴν παροῦσαν διὰ τοῦ κορωνοϊοῦ δοκιμασίαν, ἐν ᾗ τὸ εὐλογημένον γένος ἡμῶν κακῶς ὀδυνᾶται, ὁ τῇ ἀφάτῳ Σου ἀγαθότητι σχίσας τὸ χειρόγραφον τῶν ἡμῶν ἁμαρτιῶν διὰ τοῦ ὑπερτίμου Σου αἵματος, ὁ ἐκ τοῦ φλέγοντος πυρὸς τῶν ἀσθενειῶν καὶ περιστάσεων ὁδηγῶν ἡμᾶς εἰς δροσισμὸν καὶ ἀναψυχήν, Αὐτός, Πανοικτίρμον καὶ πανευΐλατε Θεάνθρωπε, ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀπέλασον ἀφ’ ἡμῶν τῇ πανσθενεῖ Δεξιᾷ Σου τὸν ἐκ τοῦ κορωνοϊοῦ κίνδυνον καὶ ἐν ὑγιείᾳ συντήρησον τοὺς εἰς Σὲ πιστεύοντας καὶ τῇ δυνάμει Σου καταφεύγοντας, ὅτι Σὺ εἶ ὁ ταχὺς ἀρωγὸς τῶν ἐν κινδύνοις, ἡ παραμυθία τῶν ἐν θλίψεσιν, ἡ ἐπίσκεψις καὶ ἴασις τῶν ἀσθενούντων, ὁ σωφρονισμὸς τῶν δαιμονώντων, ὁ ὑετὸς τῇ διψώσῃ καὶ αὐχμώσῃ γῇ, ἡ ἀντίληψις τῶν καμνόντων, ἡ ἔγερσις τῶν παραλύτων, ἡ τῶν τυφλῶν ἀνάβλεψις, ὁ τῶν χηρῶν καὶ ὀρφανῶν προστάτης, ἡ τῶν χωλῶν εὐδρομία, ἡ ῥῶσις τῶν νοσούντων. Πρόσδέξαι οὖν, φιλάνθρωπε Σῶτερ καὶ Κύριε, τὴν δέησιν ἡμῶν καὶ δὸς ἡμῖν τὴν ταχεῖάν σου ἀντίληψιν· ἴδε ἐν ὄμματι συμπαθείας ἐπὶ τοῖς πάσχουσιν οἰκέταις σου καὶ ἀπάλλαξους ἡμᾶς τε καὶ αὐτοὺς τῆς συνεχούσης τοῦ κορωνοϊοῦ μάστιγος. Δὸς τοῖς ἐξ αὐτοῦ νοσοῦσι τὴν τελείαν ἴασιν καὶ ποθητὴν ὑγίειαν καὶ πᾶσιν ἡμῖν, θερμῶς δεομένοις σου, τὴν δαψιλῆ χάριν Σου, ὅτι Σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: Εφημερίδα “ΣΤΥΛΟΣ ΟΡΘΟΔΟΞΙΑΣ”, τεύχος 219, Μάρτιος 2020

Αναρτήθηκε από: Ποσειδώνας Αποσπερίτης