19 Μαρ. 2020

Ευχή δια την εκ του κορωναϊού δοκιμασίαν

| Ιστολόγιο |


 

 

 

Πανάγαθε Πάτερ καὶ Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ ἀεὶ τὸ γένος ἡμῶν

Εὐχὴ διὰ τὴν ἐκ τοῦ κορωνοϊοῦ δοκιμασίαν «εὐεργετῶν καὶ ἰώμενος» (Πράξ. ι΄ 38), ὁ σπεύδων παρασχεῖν φάρμακα κουφισμοῦ τοῦ ἄλγους ὡς καὶ ὁλοσχεροῦς θεραπείας καὶ σωτηρίας τοῖς ἀλγεινῶς καὶ δυσιάτως νοσοῦσιν, ὁ μόνος δυνάμενος θεραπεύειν πᾶσαν νόσον ψυχικήν τε καὶ σωματικήν, ὁ καὶ διὰ τῶν ἀσθενειῶν παιδαγωγῶν ἡμᾶς τοὺς ἐν τρίβοις ἁμαρτίας πορευομένους, ὁ θλιβόμενος ὁρῶν ὅτι «ἐψύγη ἡ ἀγάπη τῶν πολλῶν» (Ματθαίον κδ΄ 12), τῶν ἀσυμπαθῶς, οἴμοι, πολιτευομένων, ὁ φιλάνθρωπος καὶ ἐλεήμων, ὁ ἀεὶ καὶ διὰ παντὸς κηδόμενος τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ πρὸς τὸ συμφέρον πάντα λυσιτελῶς οἰκονομῶν καὶ προνοούμενος καὶ αὐτὸ πᾶσιν ἀπονέμων κατὰ τὸ μέγα καὶ πλούσιόν Σου ἔλεος, ὁ ἐπιτρέψας καὶ τὴν παροῦσαν διὰ τοῦ κορωνοϊοῦ δοκιμασίαν, ἐν ᾗ τὸ εὐλογημένον γένος ἡμῶν κακῶς ὀδυνᾶται, ὁ τῇ ἀφάτῳ Σου ἀγαθότητι σχίσας τὸ χειρόγραφον τῶν ἡμῶν ἁμαρτιῶν διὰ τοῦ ὑπερτίμου Σου αἵματος, ὁ ἐκ τοῦ φλέγοντος πυρὸς τῶν ἀσθενειῶν καὶ περιστάσεων ὁδηγῶν ἡμᾶς εἰς δροσισμὸν καὶ ἀναψυχήν, Αὐτός, Πανοικτίρμον καὶ πανευΐλατε Θεάνθρωπε, ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀπέλασον ἀφ’ ἡμῶν τῇ πανσθενεῖ Δεξιᾷ Σου τὸν ἐκ τοῦ κορωνοϊοῦ κίνδυνον καὶ ἐν ὑγιείᾳ συντήρησον τοὺς εἰς Σὲ πιστεύοντας καὶ τῇ δυνάμει Σου καταφεύγοντας, ὅτι Σὺ εἶ ὁ ταχὺς ἀρωγὸς τῶν ἐν κινδύνοις, ἡ παραμυθία τῶν ἐν θλίψεσιν, ἡ ἐπίσκεψις καὶ ἴασις τῶν ἀσθενούντων, ὁ σωφρονισμὸς τῶν δαιμονώντων, ὁ ὑετὸς τῇ διψώσῃ καὶ αὐχμώσῃ γῇ, ἡ ἀντίληψις τῶν καμνόντων, ἡ ἔγερσις τῶν παραλύτων, ἡ τῶν τυφλῶν ἀνάβλεψις, ὁ τῶν χηρῶν καὶ ὀρφανῶν προστάτης, ἡ τῶν χωλῶν εὐδρομία, ἡ ῥῶσις τῶν νοσούντων. Πρόσδέξαι οὖν, φιλάνθρωπε Σῶτερ καὶ Κύριε, τὴν δέησιν ἡμῶν καὶ δὸς ἡμῖν τὴν ταχεῖάν σου ἀντίληψιν· ἴδε ἐν ὄμματι συμπαθείας ἐπὶ τοῖς πάσχουσιν οἰκέταις σου καὶ ἀπάλλαξους ἡμᾶς τε καὶ αὐτοὺς τῆς συνεχούσης τοῦ κορωνοϊοῦ μάστιγος. Δὸς τοῖς ἐξ αὐτοῦ νοσοῦσι τὴν τελείαν ἴασιν καὶ ποθητὴν ὑγίειαν καὶ πᾶσιν ἡμῖν, θερμῶς δεομένοις σου, τὴν δαψιλῆ χάριν Σου, ὅτι Σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: Εφημερίδα “ΣΤΥΛΟΣ ΟΡΘΟΔΟΞΙΑΣ”, τεύχος 219, Μάρτιος 2020

Αναρτήθηκε από: Ποσειδώνας Αποσπερίτης